Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 28.6 | Dem. 28.10 (English) | >>Dem. 28.13 |
28.8τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε , ὥστʼ οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε · ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις . ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκʼ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν , ἅ μοι παρεδώκατε , τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν .
28.9ἀλλʼ ἀνάγκη μεγάλη τὰ καταλειφθέντα , πολλῷ πλείονʼ ὄντα τούτων , πάνθʼ ὑμᾶς ἔχειν ἐστίν , ἃ φανερῶς ὅτι διηρπάκατʼ ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε . καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε , πάλιν δʼ εἰληφέναι κατʼ ἀλλήλων μαρτυρεῖτε . φάσκοντες δʼ οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε .
28.10πάντες δὲ κοινῇ μʼ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθʼ ἕκαστος μηχανᾶσθε . καὶ τὴν μὲν διαθήκην ἠφανίκατε , ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν , φαίνεσθε δʼ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες .
ταῦθʼ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ · μνῶν δʼ οὐδʼ ἑβδομήκοντʼ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες . λέγε τὰς ἐφεξῆς .
Μαρτυρίαι
28.11
Μαρτυρίαι
Μαρτυρίαι
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 28.6 | Dem. 28.10 (English) | >>Dem. 28.13 |